Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.166 Joseph. AJ 7.170 (English) >>Joseph. AJ 7.174

7.168ὡς δὲ τὸ κελευσθὲν ἐγένετο, τὴν ἀδελφὴν ἠξίωσεν εἰς τὸν ἐνδοτέρω τὸ δεῖπνον οἶκον αὐτῷ παρενεγκεῖν· ποιησάσης δὲ τοῦτο τῆς κόρης λαβόμενος αὐτῆς συνελθεῖν αὐτῷ πείθειν ἐπειρᾶτο. ἀνακραγοῦσα δʼ παῖςἀλλὰ μὴ σύ γε τοῦτο βιάσῃ με μηδὲ ἀσεβήσῃς, εἶπεν, ἀδελφέ, τοὺς νόμους παραβὰς καὶ δεινῇ περιβαλὼν σαυτὸν αἰσχύνῃ· παῦσαι δʼ οὕτως ἀδίκου καὶ μιαρᾶς ἐπιθυμίας, ἐξ ἧς ὀνείδη καὶ κακοδοξίαν 7.169 οἶκος ἡμῶν κερδανεῖ.” συνεβούλευέ τε περὶ τούτου διαλεχθῆναι τῷ πατρί· συγχωρήσειν γὰρ ἐκεῖνον. ταῦτα δʼ ἔλεγε βουλομένη τὴν ὁρμὴν αὐτοῦ τῆς ὀρέξεως πρὸς τὸ παρὸν διαφυγεῖν. δʼ οὐ πείθεται, τῷ δὲ ἔρωτι καιόμενος καὶ τοῖς τοῦ πάθους κέντροις μυωπιζόμενος βιάζεται τὴν ἀδελφήν. 7.170μῖσος δʼ εὐθέως μετὰ τὴν κορείαν εἰσέρχεται τὸν Ἀμνῶνα καὶ προσλοιδορησάμενος ἐκέλευσεν ἀναστᾶσαν ἀπιέναι. τῆς δὲ χείρω τὴν ὕβριν καὶ διὰ τοῦτο ἀποκαλούσης, εἰ βιασάμενος αὐτὸς μηδʼ ἄχρι νυκτὸς ἐπιτρέπει μεῖναι παραχρῆμα δʼ ἀπαλλάττεσθαι κελεύει ἐν ἡμέρᾳ καὶ φωτί, ἵνα καὶ μάρτυσι τῆς αἰσχύνης περιπέσοι, προσέταξεν αὐτὴν ἐκβαλεῖν τῷ οἰκέτῃ. 7.171 δὲ περιαλγὴς ἐπὶ τῇ ὕβρει καὶ τῇ βίᾳ γενομένη περιρρήξασα τὸν χιτωνίσκον, ἐφόρουν γὰρ αἱ τῶν ἀρχαίων παρθένοι χειριδωτοὺς ἄχρι τῶν σφυρῶν πρὸς τὸ μὴ βλέπεσθαι χιτῶνας, καὶ σποδὸν καταχεαμένη τῆς κεφαλῆς ἀπῄει διὰ τῆς πόλεως μέσης βοῶσα καὶ ὀδυρομένη τὴν βίαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.166 Joseph. AJ 7.170 (English) >>Joseph. AJ 7.174

Powered by PhiloLogic